Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.51 Joseph. AJ 3.55 (English) >>Joseph. AJ 3.59

3.53

Προσέμισγον δὲ οἱ πολέμιοι κἀν χερσὶν ἦν μάχη· προθυμίᾳ δὲ καὶ διακελευσμῷ τὰ πρὸς ἀλλήλους χρωμένων μέχρι μὲν οὖν Μωυσῆς αὖθις ἀνίσχει τὰς χεῖρας, καὶ τοὺς Ἀμαληκίτας κατεπόνουν οἱ Ἑβραῖοι. τὸν οὖν πόνον τῆς ἀνατάσεως τῶν χειρῶν Μωυσῆς οὐχ ὑπομένων, ὁσάκις γὰρ ἂν αὐτὰς καθίει τοσαυτάκις ἐλαττοῦσθαι τοὺς οἰκείους αὐτοῦ συνέβαινε, 3.54κελεύει τόν τε ἀδελφὸν Ἀαρῶνα καὶ τῆς ἀδελφῆς Μαριάμης τὸν ἄνδρα Οὖρον ὄνομα στάντας ἑκατέρωθεν αὐτοῦ διακρατεῖν τὰς χεῖρας καὶ μὴ ἐπιτρέπειν κάμνειν βοηθοῦντας. καὶ τούτου γενομένου κατὰ κράτος ἐνίκων τοὺς Ἀμαληκίτας οἱ Ἑβραῖοι, καὶ πάντες ἂν ἀπωλώλεισαν, εἰ μὴ νυκτὸς ἐπιγενομένης ἀπέσχοντο τοῦ κτείνειν. 3.55νίκην καλλίστην καὶ καιριωτάτην νικῶσιν ἡμῶν οἱ πρόγονοι· καὶ γὰρ τῶν ἐπιστρατευσάντων ἐκράτησαν καὶ τοὺς περιοίκους ἐφόβησαν, μεγάλων τε καὶ λαμπρῶν ἐκ τοῦ πονεῖν ἐπέτυχον ἀγαθῶν ἑλόντες τὸ στρατόπεδον τῶν πολεμίων, πλούτους τε μεγάλους δημοσίᾳ καὶ κατʼ ἰδίαν ἔσχον οὐδὲ τῆς ἀναγκαίου τροφῆς πρότερον εὐποροῦντες. 3.56ὑπῆρξε δʼ αὐτοῖς οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν αὖθις αἰῶνα τῶν ἀγαθῶν αἰτία κατορθωθεῖσα προειρημένη μάχη· οὐ γὰρ τὰ σώματα μόνον τῶν ἐπιστρατευσάντων ἐδούλωσαν ἀλλὰ καὶ τὰ φρονήματα, καὶ τοῖς περιοίκοις ἅπασι μετὰ τὴν ἐκείνων ἧτταν ἐγένοντο φοβεροί, αὐτοί τε πλούτου μεγάλου δύναμιν προσέλαβον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.51 Joseph. AJ 3.55 (English) >>Joseph. AJ 3.59

Powered by PhiloLogic